Παρασκευή 31 Ιουλίου 2015

Ἐγκώμιον εἰς τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον. Ἁγίου Κυρίλλου Ἀλεξανδρείας


Φαιδρὸς ἡμῖν ὁ λόγος,
καὶ χάριτος ἐμπεπλησμένος,
ἐπειδὴ καὶ λαμπρὰ ἡ τῶν ἁγίων Πατέρων σύνοδος.
Καὶ γὰρ σφόδρα μου ἐν λύπῃ ὑπάρχοντος διὰ τὴν παράνομον βλασφημίαν Νεστορίου διήπειρον τοῦτο τὸ πολύκλονον καὶ πολυειδὲς καὶ ἀγγελικὸν καὶ ἐπουράνιον θέατρον.
Οὗτοι οἱ τῆς εὐσεβείας διδάσκαλοι,
οἱ στύλοι καὶ ὄροφοι τῆς πίστεως,
οἱ πύργοι οἱ ἀσάλευτοι,
οἱ λιμένες οἱ γαμνοφόροι,
οἱ πιστοὶ καὶ φρόνιμοι οἰκονόμοι,
οἱ σοφοὶ ἀρχιτέκτονες,
οἱ τὸν αἰθέριον πλοῦν,
καὶ ἰσάγγελον βίον ἐπὶ γῆς διάγοντες,
οἱ τῶν προφητῶν σύσκηνοι,
καὶ τῶν ἀποστόλων σύνθρονοι,
καὶ τῶν ἁγίων Ἐκκλησιῶν προστάται,
οἱ τῆς μιαρᾶς βλασφημίας ἔκδικοι,
οἱ τῆς ἡμετέρας πτωχείας,
μᾶλλον δὲ εὐφημίας,
σοφοὶ ἀντιλήπτορες,
οἱ τὸν καλλιεπῆ καὶ θεόμορφον τῆς ἀρχιερωσύνης θρόνον ἐπέχοντες,
οἱ τὰ μελίῤῥυτα πηγάζοντες νάματα,
οἱ τῆς Θεοῦ φρονήσεως πνευματικοὶ ῥήτορες,
οἱ τὴν τετραπέρατον οἰκουμένην τῇ ἀκαμάτῳ ὁδοιπορίᾳ βαδίσαντες,
οὓς οὔτε καύσων,

οὔτε πελάγη θαλάττης,
οὔτε κυμάτων μαινομένων θυμὸς ἄγριος,
οὐ ζαλώδεις τρισκυμίαι εἰς ὄκνον ἐνέβαλεν,
ἀλλὰ τοῖς πιστοφόροις βήμασι σκιρτῶντες ἐνταῦθα γεγόνασι,
πάντα ὄκνον καταλείψαντες διὰ πόθον,
μᾶλλον δὲ φόβον Κυρίου,
καὶ ἀναλαβόντες τὸν σταυρὸν ὡς σοφοὶ ἔκδικοι τῆς Θεοτόκου Μαρίας,
ἐνταῦθα παραγεγόνασιν.
∆ιὸ καὶ θαῤῥοῦντες ταῖς εὐχαῖς αὐτῶν ταῖς ἁγίαις,
ὀλίγα τινὰ χαιρετίσωμεν ταύτην τὴν πόλιν,
καὶ οὕτως ἐπὶ τὰ ἐγκώμια τῆς Θεοτόκου ἐκτενῶ μου τὸν λόγον.
Χαίροις, ὦ Ἐφεσίων πόλις, μᾶλλον δὲ θαλασσοθέα,
διότι ἀντὶ λιμένων ἐπιγείων λιμένες ἀγγελικοὶ καὶ ἐπουράνιοι πρὸς σὲ παραγεγόνασιν.
Χαίροις, τῆς Ἀσιανῆς διοικήσεως τὸ καύχημα,
ὅτι καθάπερ μαργαριτῶν τιμίων τοῖς τῶν ἁγίων ναοῖς κύκλῳ περιοικοδομῆσαι, καὶ νῦν ὑπὸ πολλῶν ἁγίων Πατέρων καὶ πατριαρχῶν ἰχνοπατουμένη ἁγιάζῃ.
Εὐλογοῦνται γὰρ ἀληθῶς καὶ αἱ πύλαι, καὶ αἱ ῥύμαι, καὶ οἱ λιμένες, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ.
Ὅπου γὰρ πολλοὶ ποιμένες ἐλαύνουσιν,
πολὺς γίνεται δι' αὐτῶν ὁ τῆς ἁγιωσύνης σύλλογος·
καὶ μάλιστα οὗτοι οἱ φιλόθεοι καὶ φιλόπιστοι,
καὶ ἰσάγγελοι,
ἐξελαύνουσι πᾶσαν σατανικὴν ἐνέργειαν,
καὶ Ἑλληνικὴν εἰδωλομανίαν,
Πορφυριανῶν τε καὶ Σαβελλιτῶν, Φρυγῶν τε καὶ Ἀπολιναριτῶν, Φωτινῶν [...]
καὶ πᾶσα ἁπλῶς αἵρεσις μιαρὰ καταισχύνεται,
δοξάζεται δὲ τὸ τῆς ὀρθοδόξου πίστεως καύχημα.
Χαίροις δὲ καὶ αὐτὸς, τρισμακάριε Ἰωάννη,
ἀπόστολε καὶ εὐαγγελιστὰ,
τῆς παρθενίας τὸ καύχημα,
τῆς ἁγνείας διδάσκαλε,
τῆς τῶν δαιμόνων πλάνης ἐξολοθρευτὰ,
τοῦ ναοῦ τῆς Ἀρτέμιδος καθαιρέτα,
τῆς Ἐφεσίων λιμὴν καὶ πρόμαχος,
τῶν πτωχῶν τροφεὺς,
τῶν θλιβομένων καταφυγὴ,
τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις.
Χαίροις, ἀμίαντον σκεῦος σωφροσύνης ἐμπεπλησμένον.
Σοὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τοῦ σταυροῦ ἀναλαμβανόμενος τὴν Θεοτόκον καὶ Ἀειπαρθένον,
ὡς παρθένῳ παρέδωκεν.
Χαίροις δὲ καὶ αὐτὴ, Μαρία Θεοτόκε,
Παρθενομήτωρ, Φωτοφόρε, σκεῦος ἀμίαντον.
Χαίροις, Παρθένε Μαρία, μήτηρ καὶ δούλη,
Παρθένε μὲν, διὰ τὸν ἐκ σοῦ τῆς Παρθένου τεχθέντα·
μήτηρ δὲ διὰ τὸν ἐν ἀγκάλαις σαῖς βασταχθέντα,
καὶ γάλακτι σῷ τραφέντα·
δούλη διὰ τὸν μορφὴν δούλου λαβόντα.
Εἰσῆλθε γὰρ ὁ βασιλεὺς ἐν τῇ πόλει σου,
μᾶλλον δὲ ἐν τῇ κοιλίᾳ σου,
καὶ πάλιν ἐξῆλθεν ὡς αὐτὸς ἠθέλησεν,
καὶ ἡ πύλη σου ἐκέκλειστο.
Συνέλαβες γὰρ ἀσπόρως,
θεοπρεπῶς δὲ ἐγέννησας.
Χαίροις, Μαρία, ὁ κατάλυτος ναὸς,
μᾶλλον δὲ ἅγιος,
καθὼς βοᾷ ὁ προφήτης ∆αβὶδ λέγων·
Ἅγιος ναός σου,
θαυμαστὸς ἐν δικαιοσύνῃ.
Χαίροις, Μαρία,
τὸ κειμήλιον τῆς οἰκουμένης·
χαίροις, Μαρία,
ἡ περιστερὰ ἡ ἀμίαντος.
Χαίροις, Μαρία,
ἡ λαμπὰς ἡ ἄσβεστος.
Ἐκ σοῦ γὰρ ὁ Ἥλιος τῆς δικαιοσύνης γεγέννηται.
Χαίροις, Μαρία,
τὸ χωρίον τοῦ ἀχωρήτου,
ἡ τὸν Μονογενῆ Θεὸν Λόγον χωρήσασα,
ἡ τὸν στάχυν ἄνευ ἀρότρου καὶ σπέρματος βλαστήσασα τὸν ἀμαράντινον.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἣν προφῆται κελαδοῦσιν,
δι' ἤν ποιμένες δοξολογοῦσιν,
λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον ὕμνον·
∆όξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἣν ἄγγελοι χορεύουσιν,
ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους ὕμνους ἀναπέμποντες.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἣν μάγοι προσκυνοῦσιν,
ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἣν τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἣν Ἰωάννης ἔτι ὢν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος,
περὶ ἧς ὁ Ἀπόστολος βοῶν ἔλεγεν·
Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις·
Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.
Ὁ λαὸς γὰρ, φησὶν,
ὁ καθήμενος ἐν σκότει,
ἴδε φῶς μέγα.
Ποῖον ἄρα φῶς,
εἰ μὴ τὸν Κύριον ἠμῶν Ἰησοῦν Χριστὸν,
τὸ φῶς τὸ ἀληθινὸν,
τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον;
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἣν ἐν Εὐαγγελίοις κηρύσσεται·
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
δι' ἣν καὶ ἐν πόλεσιν καὶ ἐν κώμαις καὶ ἐν νήσοις Ἐκκλησίαι ὀρθοδόξων τεθεμελίωνται.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς προῆλθεν ὁ τοῦ θανάτου νικητὴς,
καὶ τοῦ ᾅδου ὀλοθρευτής.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς προῆλθεν ὁ τοῦ πρωτοπλάστου πλάστης,
καὶ τῆς παραβάσεως αὐτοῦ διορθωτὴς,
καὶ τῆς ἐν οὐρανῷ βασιλείας ὁδηγός.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς ἤνθησε καὶ ἐξέλαμψε τὸ τῆς ἀναστάσεως κάλλος.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς βάπτισμα ἁγιοσύνης φρικτόν τε καὶ Ἰορδανικὸν ἔῤῥευσεν.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς ὁ Ἰωάννης καὶ Ἰορδάνης ἁγιάζονται,
καὶ διάβολος ἀτιμάζεται.
Χαίροις, Μαρία Θεοτόκε,
δι' ἧς πᾶσα πνοὴ πιστεύουσα σώζεται.
Χαίροις, Μαρία Θεοτόκε·
διὰ σοῦ γὰρ καὶ τὰ θαλάττια κύματα γαληνιῶντα καὶ ἡσυχάζοντα,
τοὺς συνδούλους ἡμῶν καὶ συλλειτουργοὺς μετὰ χαρᾶς καὶ ἡμερότητος ἐβάστασαν.
Καὶ γὰρ ἡ γῆ ποτε ὑπὸ λῃστῶν πατουμένη,
τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ εἰς εἰρήνην μεταβέβληται.
Γέγραπται γάρ·
̔Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην!
Ποίαν εἰρήνην;
τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν κήρυκα τῆς εἰρήνης,
τὸν λέγοντα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις·
Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.
Ποίαν εἰρήνην;
ἣν βλασφημήσας Νεστόριος οὐ παρεδέξατο λέγων,
ὅτι οὐκ ἐτέχθη, φησὶν,
ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας,
μήτε ἄτρωτον τὸν τῆς παρθενίας τόκον ἐπιστάμενος,
μήτε τῇ ἀρχαγγελικῇ φωνῇ πιστεύων τῇ λεγούσῃ·
Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Περσικῇ γὰρ βασιλείᾳ ἐξομοιούμενος,
καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀθετεῖν πειρώμενος,
ἐπὶ ἀπωλείᾳ πολλῶν καὶ βλασφημίᾳ ψυχῶν ταῦτα ἐμυθολόγησεν.
Ἀλλ' ἐπειδὴ τῇ προτέρᾳ πολλὰ περὶ τοῦ κακῶς δυσφημήσαντος τούτου ἀλεκτρυόνος ἐκελάδησα,
ὅτε τὸν πέρδικα ὑμῖν εἰσηγησάμην,
ὃν Ἱερεμίας ὁ προφήτης ἐκήρυξε λέγων,
Ἐφώνησε πέρδιξ,
συνήγαγεν ἃ οὐκ ἔτεκεν·
καὶ πάλιν ὁ μιαρὸς οὗτος καὶ βλάσφημος βλέπων τοὺς κόμητας ὑπερασπίζοντας αὐτοῦ,
τούτοις θαῤῥῶν ἀνεπτερύξατο,
καὶ δοκῶν ἡμᾶς καταπλῆξαι,
μᾶλλον διήγειρεν·
δεῦτε, μετὰ στεναγμῶν καὶ δακρύων συνήθως εἴπωμεν·
Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον,
ἤ πεποιθέναι ἐπ' ἄρχουσιν.
Οὗτος γὰρ, οὗτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας,
ὑπάτους ἡμῖν καὶ κόμητας,
καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν·
ἀλλ' ἡμεῖς εἴπωμεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα·
Οὗτοι ἐν ἅρμασι,
καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Εἰ γὰρ καὶ πρὸς τὰς ἐξουσίας τοῦ κόσμου,
ἤ πρὸς αὐτὸν τὸν εὐσεβέστατον βασιλέα ἐχρῆν τί με λαλῆσαι,
οὐ μὴ αἰσχυνθήσομαι, οὐδὲ δειλανδρήσω,
ἔχων τὸν προφήτην ∆αβὶδ παραινοῦντά μοι συνεχῶς καὶ λέγοντα·
Ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
Τίς ἤκουσεν τοιαῦτα φρικτὰ καὶ φοβερὰ πράγματα;
Τὸν ὑπὸ προφητῶν καὶ ἀποστόλων ἡμῖν κηρυττόμενον Χριστὸν καὶ Θεὸν Λόγον,
νῦν εἰς ἄνθρωπον μεταμορφούμενον,
καὶ τὴν Θεοτόκον ἀνθρωποτόκον λεγομένην!
Μή μοι λοιπόν τις λεγέτω τὴν τῶν ἀχαρίστων καὶ μιαρῶν Ἰουδαίων ἀπότομον τόλμαν,
ἣν κατὰ Χριστοῦ ἐτόλμησαν οἱ ἀγνώμονες τότε.
Τίς γὰρ νῦν παῤῥησίαν ἔδωκεν;
Ὁ βλασφημήσας τὸ λόγιον τοῦ Θεοῦ λέγων,
ὅτι Ἄνθρωπον ἐσταυρώσατε.
Ἔτι δὲ καὶ πλάνην Ἑλλήνων,
καὶ κνίσσας ἀνόμους καὶ θυσίας παρανόμους λίθοις προσφερομένας,
ἀλλὰ καὶ τοῦτο ἀγνωμοσύνης τὸ ἐπιτήδευμα,
μήτε τὴν πικρὰν νόσον Ἀρείου,
καὶ τὴν μιαρωτάτην βλασφημίαν τῶν Μανιχαίων,
καὶ λοιμικὸν ἐπιτήδευμα Σαβελλίου τε καὶ Πορφυρίου καὶ Φωτεινοῦ τοῦ κακόφρονος,
εἰς ὃν ἐγκύψας καὶ οὗτος ἐβλασφήμησεν·
οἴμοι!
πάντας ὑπερέβαλεν ἡ τούτων κακία,
καὶ πεπλήρωται εἰς αὐτὸν τὸ τοῦ ὑπερηφάνου ἐκείνου κεφάλαιον τοῦ λέγοντος·
Καθελῶ μου τὰς ἀποθήκας,
καὶ μείζονας οἰκοδομήσω·
ᾧ δὲ ἐῤῥέθη·
Ἄφρων, ταύτῃ τῇ νυκτὶ οἱ ἄγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
Ὅσον γὰρ ἀνηνέχθης εἰς ὕψος μίασμα ὑπάρχων καὶ αἰσχρογενὴς,
τοσοῦτον πάλιν κατηνέχθης εἰς βάραθρον βλασφημίας ἐμπεσὼν,
ὃν οὐκ ἔπεισε Παῦλος ὁ ἀπόστολος,
τὸ σκεῦος τῆς ἐκλογῆς,
ὁ τέττιξ ὁ ἐκκλησιαστικὸς,
τὸ εὐαγγελικὸν καὶ ἐπουράνιον θυμίαμα,
ἡ μυρότοκος πηγὴ,
ὁ ἐπιστολοφόρος καὶ ἐπιστολογράφος,
ὁ πηρωθεὶς ἐν τῇ ὁδῷ καὶ ἀναβλέψας διόλου πρὸς τὸ ὕψος τοῦ οὐρανοῦ τῇ θεογνωσίᾳ,
ὃν ὀπτασία Χριστοῦ ἐπ' ὄψιν ἔῤῥιψεν,
καὶ θεογνωσία πάλιν πρὸς πίστιν ὡδήγησεν,
ὃς τὴν οἰκουμένην ἐστήριξεν πιστεύειν εἰς ὁμοούσιον Τριάδα,
εἰς ἕνα Κύριον,
μίαν πίστιν,
ἓν βάπτισμα,
ἕνα Πατέρα,
ἕνα Υἱὸν,
ἓν Πνεῦμα ἅγιον,
ἀδιάστατον οὐσίαν,
ἀπεριέργαστον,
ἀκατάληπτον θεότητα,
Θεὸν ἐκ Θεοῦ τὸν Κύριον,
φῶς ἐκ φωτὸς,
ἀπαύγασμα δόξης,
ἐκ Παρθένου Μαρίας γεννηθέντα,
κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνὴν λέγοντος·
Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Καὶ πάλιν ὁ αὐτός·
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ,
καὶ δύναμις ̔Υψίστου ἐπισκιάσει σοι.
∆ιὸ καὶ τὸ γεννώμενον ἅγιον,
κληθήσεται Υἱὸς Θεοῦ ζῶντος.
Οὐ μόνον δὲ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ,
ἀλλὰ καὶ διὰ τοῦ μακαρίου ∆αβὶδ ἀκούομεν καθ' ἑκάστην ἡμέραν κελαδοῦντα αὐτὸν ἐν ταῖς ἐκκλησίαις καὶ λέγοντα·
Κύριος εἶπεν πρός με·
Υἱός μου ει σύ·
ἐγὼ σήμερον γεγέννηκά σε.
Καὶ ὁ μεγαλόφρων ̔Ησαΐας,
υἱὸς Ἀμῶς τοῦ προφήτου,
ὁ ἐκ προφήτου προφήτης,
ἐκήρυξε λέγων·
Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει,
καὶ τέξεται υἱὸν,
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,
ὅ ἐστιν μεθερμηνευόμενον,
Μεθ' ἡμῶν ὁ Θεός.
Ἀλλ' οὐ πιστεύεις προφήταις καὶ ἀποστόλοις,
καὶ εὐαγγελισταῖς καὶ τῷ ἀρχαγγέλῳ Γαβριήλ;
κἂν τοὺς συνδαίμονάς σου μίμησαι,
τοὺς φρίξαντας αὐτοῦ τὴν δύναμιν καὶ φωνήσαντας·
Τί ἡμῖν καὶ σοὶ,
Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ;
ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.
Εἰ γὰρ καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐλέγετο ὑπὸ τοῦ δαίμονος τὸ ἀληθὲς πρὸ καιροῦ,
ἀλλὰ καὶ νῦν ἐπὶ σὲ ἔφθακεν.
Ἔδει μὲν ἐλθεῖν τὸν Ἀντίχριστον·
ἀλλὰ ταχέως ἀντ' ἐκείνου παραγέγονας.
Οὔτε τῷ πλανῶντί σε διαβόλῳ ἐπίθης τῷ λέγοντι·
Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ,
εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Ὧ πράγματος φοβεροῦ,
οὐδὲ ἐκστάσεως γέμοντος!
οἱ δαίμονες σὺν τῷ πατρὶ αὐτῶν τῷ διαβόλῳ,
Υἱὸν Θεοῦ καλοῦσι τὸν ἐκ Μαρίας γεννηθέντα,
καὶ οὗτος τὸν Υἱὸν Θεοῦ εἰς ἄνθρωπον μεταφέρει,
καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος,
ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα,
φίλον καὶ δοῦλον ὄντα τῆς ὀρθοδόξου πίστεως,
ἔτι δὲ καὶ χορὸν ἁγίων βασιλίδων ἐν πίστει διαλαμπουσῶν·
ἀλλ' οὐκ ἠδυνήθη εἰς τέλος προχωρῆσαι.
Τὰ γὰρ τῶν πτωχῶν τοῖς φιλοχρύσοις διδοὺς,
ἐνόμισε δι' αὐτῶν νικᾷν τὴν ἀλήθειαν,
καὶ διὰ τῆς παγκάλου φιλαργυρίας ναυαγίῳ δεινοτάτῳ περιέπεσεν·
ἐν λιμένι διάγων, ἐναυάγησε,
μὴ κατέχων τοὺς τῆς πίστεως οἴακας.
∆ιὸ καὶ ὑποβρύχιος γέγονε τοῖς κακοῖς,
καὶ θέατρον τραγῳδίας ὅλῃ τῇ οἰκουμένῃ.
Ἐνόμισε γὰρ διὰ τοῦ παγκάκου καὶ πικροτάτου φρονήματος ἀναπείθειν τοὺς τῆς εὐσεβείας ἐργάτας,
μὴ λαβὼν εἰς τὸν ἐσκοτισμένον αὐτοῦ νοῦν κατανοῆσαι διδασκαλίαν Πατέρων καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν,
καὶ ἀρχαγγέλων φωνὰς,
ἀσπλαγχνίαν τινὰ καὶ μανίαν εὑράμενος κακὴν,
καὶ ἀθεΐαν περιβεβλημένος,
λοιμὸν καὶ ἄθεον θρησκείαν τῇ οἰκουμένῃ θεσπίσαι ἠθέλησεν.
Ἀλλ' οὐχ εὗρεν ἡμᾶς ἀπαρασκευάστους πρὸς τὴν παράνομον αὐτοῦ καὶ δύσφημον ἐπίνοιαν.
Οὐ γὰρ ὅπλοις στρατιωτικοῖς θαῤῥοῦμεν,
οὐδὲ τῇ χρυσοειδεῖ καὶ παγκάλῳ τιμωρίᾳ,
ἀλλὰ διὰ τῶν ἁγίων καὶ θεοπνεύστων Γραφῶν πρὸς αὐτὸν τὰς ἀποκρίσεις ποιούμεθα.
Τὰ γὰρ ἡμέτερα ὅπλα οὐ σαρκικὰ, οὐδ' ἐπίγεια,
ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια,
καθὼς ὁ μακάριος Παῦλος ἐκήρυξεν.
Ἀλλὰ μὴ δόξῃ τις ταῦτα ἡμᾶς λέγοντας ὡς ἐπιχαίρειν τῷ πτώματί σου, πανάθλιε·
καὶ γὰρ πεσόντος σου ἐπὶ τὸ σκάμμα τῆς δυσφημίας ταύτης,
χεῖρά σοι διὰ γραμμάτων ὠρέξαμεν,
καὶ παρήκουσας τῆς ἡμετέρας μετριότητος·
διὰ τοῦτο τὸν τῆς παρακοῆς ἐκληρονόμησας κίνδυνον.
Ὅτι γὰρ τούτων οὕτως ὄντων ἀληθῶς μάρτυρα παρέχωμεν ἀξιόπιστον,
τὸν ἁγιώτατον καὶ ἀρχιεπίσκοπον πάσης τῆς οἰκουμένης,
Πατέρα τε καὶ πατριάρχην Κελεστῖνον τὸν τῆς μεγαλοπόλεως Ῥώμης,
ὃς καὶ αὐτός σοι διὰ γραμμάτων παρῄνεσε,
λέγων ἀποστῆναί σε τῆς μανιωδεστάτης δυσφημίας.
Καὶ παρήκουσας δὲ αὐτοῦ,
καὶ ἐνεκαυχήσω ἐν τῇ ματαιότητι τῆς μανίας σου·
ξυρὸν πάσης τῆς οἰκουμένης γενόμενος,
τὴν τετραπέρατον οἰκουμένην ἐτάραξας,
καὶ πάντας τοὺς ἁγίους εἰς τὸν τόπον τοῦτον μετὰ πολλοῦ πόνου καὶ φόβου συνήλασας.
Ἔγραψας γὰρ κακίαν,
καὶ οὐδ' ὅλως ἀγαθωσύνην.
∆ιὰ τοῦτό σε ὁ Θεὸς καθελεῖ εἰς τέλος ἐκ τῆς ἱερωσύνης,
καὶ ἀπὸ τῆς τῶν Πατέρων σοφίας ἐκτελεῖς,
καὶ ἐκτείλας πρότερον ἀπὸ τῆς βασιλικῆς πόλεως,
ἔπειτα καὶ ἐκ τοῦ θρόνου τῆς ἀρχιερωσύνης,
οὗπερ ἀναξίως ἐτύγχανες.
∆ιὰ τοῦτο ὄψονται οἱ δίκαιοι καὶ φοβηθήσονται,
καὶ ἐπὶ σοὶ γελάσονται καὶ ἐροῦσιν·
Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ,
ἀλλ' ἤλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ,
καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
Ημεῖς δὲ πάντες οἱ τῇ ἀληθείᾳ ἐξακολουθήσαντες τοῦ Εὐαγγελίου,
ἐσόμεθα, κατὰ τὸ προφητικὸν ἐκεῖνο ῥῆμα,
ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ,
δοξάζοντες Θεὸν Πατέρα παντοκράτορα,
καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν ἐκ Μαρίας γεννηθέντα,
καὶ τὸ Πνεῦμα τὸ ἅγιον,
τὸ ζωοποιὸν καὶ ζωὴν παρέχον πᾶσιν,
ὑποτασσόμενοι βασιλεῦσι πιστοτάτοις,
τιμῶντες καὶ τὰς ἐν τῇ παρθενίᾳ διαλαμπούσας ἁγίας βασιλίδας·
τῇ δὲ ὑπὸ γάμον ὑπερευξόμεθα υἱὸν ἰδεῖν ἐξ αὐτῶν γεννηθέντα,
καὶ διαμεῖναι τὸ φιλόθεον καὶ φιλόπιστον καὶ ὀρθόδοξον βασίλειον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Ἐπικοινωνίας, © 2006. Ἐπιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής το

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου